Δέσποτα παντοκράτορ, ὁ ἀντιλήπτωρ καί σωτήρ τοῦ κόσμου˙ ὁ ἰατρός καί βοηθός τῶν πασχόντων, λυτρωτής τε καί Σωτήρ τῶν νοσούντων˙ ὁ τάς σωματικάς καί ψυχικάς θλίψεις τῶν ἀνθρώπων θεραπεύων˙ ὁ νικητής τοῦ θανάτου˙ αἰτούµεθά Σου, ὁ Θεός ἡµῶν, καθάρισον καί ἀπάλλαξον ἡμᾶς ἀπό πάσης νόσου καί ἀπό παντός µολυσµοῦ σαρκός καί πνεύµατος.

Κύριε, μή ἐγκαταλίπῃς ἡμᾶς.

Τήν ἰατρικήν Σου δύναµιν οὐρανόθεν ἐξαπόστειλον.

Πᾶσαν λανθάνουσαν ἀσθένειαν ἀποδίωξον.

Βοήθησον ἡμῖν εἰς καιρόν λοιμοῦ, καί ρῦσαι ἡμᾶς ἀπό πάσης θλίψεως, κακῶν καί ὀδύνης.

Παῦσον τήν ἐνεστῶσαν μάστιγα, ὑπομονήν δέ ἐν τῷ καιρῷ τούτῳ δός ἡμῖν, Κύριε.

Ἀνάστησον ἡμᾶς.

Γενοῦ ἰατρός πάντων ἡμῶν˙ ἐξέγειρον ἡμᾶς ἀπό κλίνης ὀδυνηρᾶς καί ἀπό στρωµνῆς κακώσεως.

Πρόσδεξαι τάς ἱκεσίας τῶν ἰατρῶν, τῶν νοσηλευτῶν καί πάντων τῶν διακονούντων καί παρεχομένων τοῖς ἀσθενοῦσι φροντίδα, περίθαλψιν καί κουφισμόν ἐν τοῖς χώροις τῆς Ὑγείας.

Ἐνίσχυσον αὐτούς διά τῆς φιλανθρωπίας Σου καί στερέωσον αὐτούς ἐν τῇ δυνάμει Σου.

Ἀνάπαυσον ἐν τόπῳ ἀναψύξεως τούς ὑπό τῆς ἐπαράτου λοιμικῆς νόσου φθορᾷ ὑποκύψαντας κεκοιμημένους δούλους Σου καί ἀδελφούς ἡμῶν, ἀποκατάστησον δέ ἡμᾶς, τούς περιλειπομένους, ὑγιεῖς καί τεθεραπευμένους ἐν τῇ ἁγίᾳ Σου Ἐκκλησίᾳ, εἰς προσκύνησιν καί δόξαν τοῦ ἁγίου Σου ὀνόματος.

Σόν γάρ ἐστι τό ἐλεεῖν καί σῴζειν ἡµᾶς, ὁ Θεός ἡµῶν, καί Σοί τήν δόξαν ἀναπέµποµεν, τῷ Πατρί, καί τῷ Υἱῷ, καί τῷ Ἁγίῳ Πνεύµατι, νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρόγραμμα

Πρόγραμμα Ιερών Ακολουθιών μηνός Σεπτεμβρίου 2020

Τηλέφωνο για μεταφορά στην Εκκλησία +90(507)988-9565

Multimedia